en-USel-GRde-DEit-IT
ΟΜΗΡΟΥ ΟΔΥΣΣΕΙΑ ΡΑΨΩΔΙΑ Τ΄  ΣΤΙΧΟΙ 123-158


Διστάσεις: 60 x 100 cm 

Χειρόγραφο μοναδικό, δουλεμένο με κοντυλοφόρο και ακριλικά μελάνια, σε γραφή ελληνική μικρογράμματη, βασισμένη σε στοιχεία της υστεροβυζαντινής περιόδου. Η κεντρικἠ παράσταση της διακόσμησης είναι παραλλαγή από παράσταση σε αττικό ερυθρόμορφο σκύφο που αποδίδεται στον Ζωγράφο της Πηνελόπης και απεικονίζει την Πηνελόπη και τον Τηλέμαχο μποροστά στον αργαλειό της Πηνελόπης. 450 π. Χ. Chiusi, Museo Civico.

ΓΙΑ ΤΙΜΗ Ή ΓΙΑ ΤΗ ΔΙΚΗ ΣΑΣ ΠΑΡΑΓΓΕΛΙΑ, ΕΠΙΚΟΙΝΩΝΗΣΤΕ


 
 
 
 

 

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα περίφρων Πηνελόπεια:
‘ξεῖν᾽, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον   125
Ἀργεῖοι, μετὰ τοῖσι δ᾽ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
εἰ κεῖνός γ᾽ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
νῦν δ᾽ ἄχομαι: τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,   130
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, 
οἵ τ᾽ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,
οἵ μ᾽ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.
τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθ᾽ ἱκετάων
οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν:   135
ἀλλ᾽ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.
οἱ δὲ γάμον σπεύδουσιν: ἐγὼ δὲ δόλους τολυπεύω.
φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,
στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,
λεπτὸν καὶ περίμετρον: ἄφαρ δ᾽ αὐτοῖς μετέειπον:  140

κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
μίμνετ᾽ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
ἐκτελέσω—μή μοι μεταμώνια νήματ᾽ ὄληται—
Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
μοῖρ᾽ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο:   145
μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
ὣς ἐφάμην, τοῖσιν δ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,
νύκτας δ᾽ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.   150
ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς:
ἀλλ᾽ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
μηνῶν φθινόντων, περὶ δ᾽ ἤματα πόλλ᾽ ἐτελέσθη,
καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,
εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.   155
ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσ᾽, ὑπ᾽ ἀνάγκης:
νῦν δ᾽ οὔτ᾽ ἐκφυγέειν δύναμαι γάμον οὔτε τιν᾽ ἄλλην
μῆτιν ἔθ᾽ εὑρίσκω:

(Homer. The Odyssey with an English Translation by A.T. Murray, PH.D. in two volumes. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1919.)

http://www.perseus.tufts.edu/hopper/text;jsessionid=803802A08E161FE25C87B0AD8FC27AC4?doc=Perseus%3Atext%3A1999.01.0135%3Abook%3D19%3Acard%3D89